Δυνατά ἡ εὐχή μου ἀπὸ καρδιᾶς ? Τὴν εὐλογία Του στὴν ζωή σου, σ΄ὅσους σ΄ἀγαποῦν καὶ ἀγαπᾷς !

Σκεφτόμουν : «Δὲν λέω, εὐχάριστα καὶ τὰ Jingle Bells καὶ τὰ White Christmas ἀλλὰ βρὲ παιδί μου, Ἕλληνες Χριστιανοὶ Ὀρθόδοξοι εἴμαστε, ἃς ἀφεθοῦμε νὰ
μᾶς ἀγγίξη ὁ δικός μας ἦχος, τὰ δικά μας λόγια γιὰ Ἐκεῖνον, ποὺ σήμερα γεννήθηκε γιὰ ὅλους μας καὶ ὄντας ὁ Ἴδιος ἡ ὁδός, ἡ ἀλήθεια, ἡ ζωή, παράλληλα ἀφήνει ἐλεύθερη τὴν βούλησή μας λέγοντάς μας… ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἐαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοί»!
Δυνατά ἡ εὐχή μου ἀπὸ καρδιᾶς ? 
Τὴν εὐλογία Του στὴν ζωή σου,
σ΄ὅσους σ΄ἀγαποῦν καὶ ἀγαπᾷς !

*** * ***


Ὠδὴ α’. Ἦχος α’. 
Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Ὠδὴ γ’. 
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν• ο ἀνυψώσας τὸ κέρας ἡμῶν,
Ἅγιος εἶ Κύριε.
Ὠδὴ δ’. 
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός,
Δόξα τῇ δυνάμει σου, Κύριε.
Ὠδὴ ε’. 
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν• ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.
Ὠδὴ ς’. 
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ,
ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον• ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
Ὠδὴ ζ’.
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’. 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον• οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν• διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’.
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὂν ἀνυμνοῦντες μεγαλύνομεν.
https://www.youtube.com/watch?v=isGUqPkFt6Y&list=RDY1_CGJ7d9hc&index=2
(Τὸ video περιέχει κι ἑρμηνεία στὴν δημοτικὴ)

Δεν υπάρχουν σχόλια

Από το Blogger.